Eterniseed

Ψαλμοί 133

Η Παλαιά Διαθήκη κατά τη μετάφραση των εβδομήκοντα (Ο') | SEPTUAGINTA · Greek, Ancient · Free, public domain

1 ᾨδὴ τῶν ἀναβαθμῶν. ΙΔΟΥ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.

2 ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.

3 εὐλογήσαι σε Κύριος ἐκ Σιὼν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.